Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.274 Dem. 19.277 (English) >>Dem. 19.280

19.276οὐ τοίνυν τὰ παλαίʼ ἄν τις ἔχοι μόνον εἰπεῖν καὶ διὰ τούτων τῶν παραδειγμάτων ὑμᾶς ἐπὶ τιμωρίαν παρακαλέσαι· ἀλλʼ ἐφʼ ὑμῶν τουτωνὶ τῶν ἔτι ζώντων ἀνθρώπων πολλοὶ δίκην δεδώκασιν, ὧν ἐγὼ τοὺς μὲν ἄλλους παραλείψω, τῶν δʼ ἐκ πρεσβείας, πολὺ ταύτης ἐλάττω κακὰ τὴν πόλιν εἴργασται, θανάτῳ ζημιωθέντων ἑνὸς δυοῖν ἐπιμνησθήσομαι. καί μοι λέγε τουτὶ τὸ ψήφισμα λαβών.Ψήφισμα

19.277κατὰ τουτὶ τὸ ψήφισμʼ, ἄνδρες Ἀθηναῖοι, τῶν πρέσβεων ἐκείνων ὑμεῖς θάνατον κατέγνωτε, ὧν εἷς ἦν Ἐπικράτης, ἀνήρ, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, σπουδαῖος καὶ πολλὰ χρήσιμος τῇ πόλει, καὶ τῶν ἐκ Πειραιῶς καταγαγόντων τὸν δῆμον καὶ ἄλλως δημοτικός. ἀλλʼ ὅμως οὐδὲν αὐτὸν ὠφέλησε τούτων, δικαίως· οὐ γὰρ ἐφʼ ἡμισείᾳ χρηστὸν εἶναι δεῖ τὸν τὰ τηλικαῦτα διοικεῖν ἀξιοῦντα, οὐδὲ τὸ πιστευθῆναι προλαβόντα παρʼ ὑμῶν εἰς τὸ μείζω δύνασθαι κακουργεῖν καταχρῆσθαι, ἀλλʼ ἁπλῶς μηδὲν ὑμᾶς ἀδικεῖν ἑκόντα. 19.278εἰ τοίνυν τι τούτοις ἄπρακτόν ἐστι τούτων ἐφʼ οἷς ἐκείνων θάνατος κατέγνωσται, ἔμʼ ἀποκτείνατʼ ἤδη. σκοπεῖτε γάρ. “ἐπειδὴ παρὰ τὰ γράμματαφησὶνἐπρέσβευσαν ἐκεῖνοι.” καὶ τοῦτʼ ἔστι τῶν ἐγκλημάτων πρῶτον. οὗτοι δʼ οὐ παρὰ τὰ γράμματα; οὐ τὸ μὲν ψήφισμαἈθηναίοις καὶ τοῖς Ἀθηναίων συμμάχοις,” οὗτοι δὲ Φωκέας ἐκσπόνδους ἀπέφηναν; οὐ τὸ μὲν ψήφισματοὺς ἄρχοντας ὁρκοῦν τοὺς ἐν ταῖς πόλεσιν,” οὗτοι δʼ, οὓς Φίλιππος αὐτοῖς προσέπεμψε, τούτους ὥρκισαν; οὐ τὸ μὲν ψήφισμαοὐδαμοῦ μόνους ἐντυγχάνειν Φιλίππῳ,” οὗτοι δʼ οὐδὲν ἐπαύσαντʼ ἰδίᾳ χρηματίζοντες;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.274 Dem. 19.277 (English) >>Dem. 19.280

Powered by PhiloLogic